Ἀπολυτίκιο. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον,
Ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε,
μαρτυρίου τοὺς καρποὺς κόσμω προήγαγες,
καὶ θαυμάτων δωρεᾶς, ἀναβλύζεις δαψιλῶς,
ὡς θεῖος Ἱερομάρτυς, τοὶς καταφεύγουσι Πάτερ,
τὴ ἀντιλήψει τῆς πρεσβείας σου.
Κοντάκιον Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ὁ θεῖος βλαστός, τὸ ἄνθος τὸ ἀμάραντον,
ἀμπέλου Χριστοῦ, τὸ κλῆμα τὸ πολύφορον,
θεοφόρε Βλάσιε,
τοὺς ἐν πίστει τελοῦντας τὴν μνήμην σου,
εὐφροσύνης πλήρωσον τῆς σῆς,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἠμῶν.
Λαιμόν Βλάσιος εκκοπείς διά ξίφους,
αλγούσι λαιμοίς ρευμάτων είργει βλάβας
Ενδεκάτη Βλασίου τάμεν αυχένα χαλκός ατειρής.
Έτερον. Ήχος γ’. Θείας πίστεως.
Θείας Χάριτος, τη γεωργία,
δένδρον εύκαρπον, τη Εκκλησία,
φερωνύμως ανεβλάστησας Βλάσιε∙
Ιεραρχών γαρ εκφέρων την έλλαμψιν,
αθλητικήν δωρεάν εγεώργησας.
Πάτερ όσιε, Χριστώ τω Θεώ ικέτευε,
δωρήσασθαι ημίν το μέγα έλεος.